Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_CHARAX_PERGAMENUS
CHARAX PERGAMENUS, Fragmenta 8
Not analysed yet
Μέμνηται τῆς Δωρίδος τῆς Θεσσαλικῆς Χάραξ ἐν ζʹ, τῇδε γράφων περὶ Θεσσαλοῦ τοῦ Αἰάτου νικήσαντος τοὺς ἐν Ἄρνῃ Βοιωτούς· «Ὁ δὲ Θεσσαλὸς οὐδὲ τὴν τετάρτην μοῖραν τῆς ἐπωνυμίας μετέβαλεν, ἀλλ ̓ Ἰστιαιῶτιν αὐτὴν, ὡς πρὶν, καλεῖσθαι εἴασε. Κεῖται δὲ πρὸς δυσμῶν τῆς Πίνδου. Δῶρος δὲ αὐτὴν ὁ Ἕλληνος εἴληχε τὰ πρῶτα καὶ Δωρὶς ἀπ ̓ ἐκείνου ἐκαλεῖτο πρότερον, ὕστερον δὲ Ἰστιαιῶτις μετωνομάσθη.»