Ancient Greek · ~2 min
9 to 11
CHARAX PERGAMENUS, Fragmenta 9-11
Not analysed yet
v. Ὑλλεῖς· Ἔστιν Ὕλλις καὶ φυλὴ Ἄργους καὶ Δωριέων καὶ Τροιζηνίων. Ὁ φυλέτης Ὑλλεύς. Χάραξ θʹ. «Καὶ Παμφύλιοι καὶ Ὑλλεῖς.» Τὰς δὴ πόλεις ταύτας τὰς δύο, Ἀγαλλίας τις, Κερκυραῖος ἀνὴρ, Ἀθήνας φησὶν εἶναι καὶ Ἐλευσῖνα, προάγων οὕτω τὸ εἰκὸς τοῦ λόγου· γάμους γὰρ καὶ ὑμεναίους ἐν Ἀθήναις πρῶτον ἀχθῆναι ὑπὸ Κέκροπος, ὅθεν καὶ διφυῆ τὸν Κέκροπα λέγεσθαι ὁ Χάραξ φησὶν, διότι τὸ νομίμως ἐκ δυοῖν φύεσθαι δι ̓ αὐτὸν ἐπέγνων οἱ ἄνθρωποι τῇ τοῦ γάμου εὑρέσει. Ἐλθὼν γὰρ (ὁ Κέκροψ) ἀπὸ Σάεως πόλεως Αἰγύπτου τὰς Ἀθήνας συνῴκισε. Σάἱς δὲ κατ ̓ Αἰγυπτίους ἡ Ἀθηνᾶ λέγεται, ὥς φησι Χάραξ.