Ancient Greek · ~3 min
Dfhg-Source dfhg1_CHARON
CHARON, Fragmenta 10
Not analysed yet
Λαμψακηνοὶ καὶ Παριανοὶ, περὶ γῆς ὁρίων ἀμφισβητοῦντες, συνέθεντο, ἡνίκα ὄρνιθες ᾄσωσι πρῶτοι, πέμψειν ἄνδρας ἐξ ἑκατέρας πόλεως ἐς ἀλλήλους· ὅπου δ ̓ ἂν οἱ πεμφθέντες ἀπαντήσωσιν, ταῦτα ἔδοξεν, οἱ Λαμψακηνοὶ τῶν ἐν τοῖς τόποις θαλασσουργῶν ἔπεισαν τινὰς, ὅταν ἴδωσι τοὺς Παριανοὺς παριόντας, ἰχθῦς ἀφθόνως ἐπιβάλλειν τῷ πυρὶ, καὶ οἶνον πολὺν ἐπισπένδειν ὡς Ποσειδῶνι θύοντας, καὶ παρακαλεῖν αὐτοὺς μετ ̓ εὐφημίας τιμῆσαι τὸν θεὸν, σπονδῶν κοινωνήσοντας· οἱ μὲν ἁλιεῖς ***(lacunam sic explendam censet Casaubonus, τοῦτ ̓ ἐποίησαν). Οἱ δὲ πεισθέντες τοῖς ἁλιεῦσι συνήσθιον καὶ συνέπινον τὸ σπουδαῖον τῆς πορείας ἀνέντες. Λαμψακηνοὶ δὲ συντείναντες ἐπὶ τὸ Ἑρμαῖον φθάσαντες ἦλθον· τοῦτο δὲ Παρίου μὲν ἀπέχει στάδια οʹ, Λαμψάκου δὲ σʹ· τοσαύτην γῆν ἀπέτεμον τῇ τέχνῃ Λαμψακηνοὶ Παριανῶν, μεθόριον συστησάμενοι τὸ Ἑρμαῖον.