Ancient Greek · ~5 min
Dfhg-Source dfhg1_CHARON
CHARON, Fragmenta 9
Not analysed yet
Τὰ ὅμοια ἱστόρησε καὶ περὶ Καρδιανῶν ὁ Λαμψακηνὸς Χάρων ἐν δευτέρῳ Ὥρων (sic enim meliores codd. :vulgo ὅρων) γράφων οὕτως· Βισάλται εἰς Καρδίην ἐστρατεύσαντο καὶ ἐνίκησαν· ἡγεμὼν δὲ τῶν Βισαλτέων ἦν Ὄναρις· οὗτος δὲ, παῖς ὢν, ἐν τῇ Καρδίῃ ἐπράθη, καί τινι Καρδιηνῷ δουλεύσας, κορσωτεὺς ἐγένετο. Καρδιηνοῖς δὲ λόγιον ἦν, ὡς Βισάλται ἀπίξονται ἐπ ̓ αὐτούς· καὶ πυκνὰ περὶ τούτου διελέγοντο ἐν τῷ κορσωτηρίῳ ἱζάνοντες· καὶ ἀποδρὰς ἐκ τῆς Καρδίης εἰς τὴν πατρίδα, τοὺς Βισάλτας ἔστειλεν ἐπὶ τοὺς Καρδιηνοὺς, ἀποδειχθεὶς ἡγεμὼν ὑπὸ τῶν Βισαλτέων. Οἱ δὲ Καρδιηνοὶ πάντες τοὺς ἵππους ἐδίδαξαν ἐν τοῖς συμποσίοις ὀρχεῖσθαι ὑπὸ τῶν αὐλῶν· καὶ ἐπὶ τῶν ὀπισθίων ποδῶν ἱστάμενοι, τοῖς προσθίοις ὠρχοῦντο ἐξεπιστάμενοι τὰ αὐλήματα. Ταῦτα οὖν ἐπιστάμενος Ὄναρις ἐκτήσατο ἐκ τῆς Καρδίης αὐλητρίδα· καὶ ἀφικομένη ἡ αὐλητρὶς εἰς τοὺς Βισάλτας, ἐδίδαξε πολλοὺς αὐλητάς· μεθ ̓ ὧν δὴ καὶ στρατεύεται ἐπὶ τὴν Καρδίην. Καὶ ἐπειδὴ ἡ μάχη συνειστήκει, ἐκέλευσεν αὐλεῖν τὰ αὐλήματα, ὅσα οἱ ἵπποι τῶν Καρδιηνῶν ἐξεπισταίατο· καὶ ἐπεὶ ἤκουσαν οἱ ἵπποι τοῦ αὐλοῦ, ἔστησαν ἐπὶ τῶν ὀπισθίων ποδῶν, καὶ πρὸς ὀρχησμὸν ἐτράποντο· τῶν δὲ Καρδιηνῶν ἡ ἰσχὺς ἐν τῇ ἵππῳ ἦν· καὶ οὕτως ἐνικήθησαν.»