Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_CHARON
CHARON, Fragmenta 12
Not analysed yet
Χάρων . . . ὁ Λαμψακηνὸς ἱστορεῖ ὡς Ῥοῖκος, δρῦν θεασάμενος ἤδη μέλλουσαν ἐπὶ γῆν καταφέρεσθαι, προσέταξε τοῖς παισὶν αὐτὴν ὑποστηρίξαι· ἡ δὲ μέλλουσα συμφθείρεσθαι τῇ δρυὶ νύμφη, ἐπιστᾶσα τῷ Ῥοίκῳ, χάριν μὲν εἰδέναι ἔφασκεν ὑπὲρ τῆς σωτηρίας, ἐπέτρεπε δὲ αἰτήσασθαι ὅ τι βούλοιτο· ὡς δὲ ἐκεῖνος ἠξίου συγγενέσθαι αὐτῇ, ἐπιζήμιον μὲν ἔλεγεν εἶναι τοῦτο (ἐπιζ. τοῦτο desunt in Schol. Apollon.) ,φυλάττεσθαι δὲ ὅμως ἑτέρας γυναικὸς ὁμιλίαν. Ἔσχον δὲ μεταξὺ αὐτῶν ἄγγελον μέλισσαν. Καί ποτε πεττεύοντος αὐτοῦ περιίπταται (παρίστατο Scholiast. Apollon.) ἡ μέλισσα· πικρότερον δέ τι ἀποφθεγξάμενος, εἰς ὀργὴν ἔτρεψε τὴν νύμφην, ὥστε πηρωθῆναι.