Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_CHARON
CHARON, Fragmenta 13
Not analysed yet
Ἀρκὰς ὁ Διὸς ἢ Ἀπόλλωνος παῖς, καὶ Καλλιστοῦς τῆς Λυκάονος θυγατρὸς, ὥς φησι Χάρων ὁ Λαμψακηνὸς, κυνηγῶν ἐνέτυχε τινὶ τῶν Ἁμαδρυάδων νυμφῶν, κινδυνευούσῃ καὶ μελλούσῃ φθαρῆναι ὑπὸ χειμάῤῥου τοῦ ποταμοῦ ἐν τῇ δρυὶ, ἐν ᾖ γεγονυῖα ἦν ἡ νύμφη, καὶ ἀνέτρεψε τὸν ποταμὸν, καὶ τὴν γῆν χώματι ὠχύρωσεν· ἡ δὲ νύμφη Προσοπέλεια τὴν κλῆσιν, κατ ̓ Εὔμηλον, συνελθοῦσα αὐτῷ γεννᾷ Ἔλατον καὶ Ἀφείδαντα, ἐξ ὦς εἰσὶν οἱ Ἀρκάδες, ὥς φησι καὶ Ἀπολλώνιος.