Ancient Greek
γ′. Χίων Μάτριδι χαίρειν.
Chionis Epistulae, Epistulae 3
Not analysed yet
(3) κἀν τούτῳ ταραττομένων τῶν Ἑλλήνων ἑωρῶμεν κομήτην ἄνδρα, καλὸν πάνυ καὶ πρᾷον ἰδέσθαι, διεξιόντα δι’ αὐτῶν καὶ παύοντα τῆς ὁρμῆς ἕκαστον· οὗτος δὲ ἦν ὁ Ξενοφῶν. ὡς δὲ ἐκ τῶν ἐναντίων παρεκάλουν αὐτὸν οἱ στρατιῶται ἕνα ὄντα πολλοῖς τείθεσθαι καὶ ἀναπαῦσαί ποτε αὐτοὺς τῆς ταλαιπώρου καὶ χαλεπῆς ἄλης, «ἀνάγετε οὖν ἐπὶ πόδα »ἔφη «καὶ βουλεύσασθε οὐ γὰρ δέος μὴ διαφύγῃ βουλευομένους τὸ πρᾶγμα ἐφ ’ὑμῖν κείμενον. »ὡς δὲ τοῦτό γε αὐτῷ ἀπειθεῖν ἠδέσθησαν, εἰς μέσον καταστὰς ὁ Ξενοφῶν θαυμαστοὺς λόγους διέθετο, ὡς τὸ τέλος αὐτῶν ἐδήλωσεν· οὐ γὰρ ἡμῖν γε σαφῶς ἐξηκούοντο. τοὺς γοῦν πρὸ μικροῦ διαρπάζειν ἐγνωκότας τὴν πόλιν μετρίους κατὰ τὴν ἀγορὰν ἑωρῶμεν ὠνουμένους τὰ ἐπιτήδεια, ὡς τῶν ἄλλων Βυζαντίων ἕκαστον, καὶ μηδὲν ἔτι ἐκείνου τοῦ ἀδίκου καὶ ἁρπακτοῦ ἄρεος πνέοντας.