Ancient Greek
γ′. Χίων Μάτριδι χαίρειν.
Chionis Epistulae, Epistulae 4
Not analysed yet
(4) αὕτη δὲ ἡ ὄψις ἐπίδειξις ἦν τῆς Ξενοφῶντος ψυχῆς, ὅπως καὶ φρονεῖν καὶ λέγειν ἐδύνατο. οὐ μὴν ἔγωγε ἡσυχίᾳ τὸν ἄνδρα παρελθεῖν ὑπέμεινα, καὶ ταῦτα ὁμοίως Βυζαντίοις εὖ πεπονθὼς ὑπ’ αὐτοῦ (ἐπεὶ διὰ τοὺς ἀνέμους καὶ αὐτὸς εἷς ἦν τῶν διαρπασθησομένων), ἀλλ’ ἐγνώρισα αὐτῷ ἐμαυτόν. ὃ δὲ καὶ τῆς σῆς πρὸς Σωκράτη φιλίας ἀνεμιμνήσκετο κἀμὲ φιλοσοφεῖν παρίστατο, καὶ τἄλλα οὐ στρατιωτικῶς, μὰ Δί ’ἀλλὰ καὶ πάνυ φιλανθρώπως διελέγετο. νῦν δὲ εἰς Θρᾴκην ἄγει τὸ στράτευμα· Σεύθης γὰρ ὁ τῶν Θρᾳκῶν βασιλεὺς πρός τινας ὁμόρους πολεμῶν μετεπέμψατο, ἐντελῇ μισθὸν αὐτοῖς ὑποσχόμενος, οἳ δὲ ὑπήκουσαν. οὐ γὰρ ἄποροι διαλυθῆναι βούλονται, ἀλλὰ καὶ κτήσασθαί τι ἐκ τῶν πόνων, ἕως γ’ ἔτι στράτευμά εἰσιν.