Ancient Greek
100.3
Choricius Rhet. et Soph., Opera 100.3
Unproofread scanNot analysed yet
Παραδραμόντι δὲ τούτων ἐν δεξιᾷ πρὸς ἡλίου ἀναχωροῦντα, τὰ μὲν πρὸς μεσημβρίαν, χωρίον ἐστὶ τῷ τὴν ἱερωσύνην λαχόντι δικαίως εἰς πρόσρησιν ἰδρύμενον ὀρειλομένην —ἀλλὰ τὸ χρέος ἡμᾶς οὐ νόμος μᾶλλον συνήθης ἢ τῶν τρόπων αὐτοῦ τὸ χρηστὸν ἀποδιδόναι προτρέπει —τὰ δὲ πρὸς ἄρκτον παραλαβοῦσα τοῦ τεμένους ἢ πρὸς ἑσπέραν εὐμήκης στοὰ μεστὸν εὐθυμίας εἰσάγει παχyalēs αὐρὰς ἐκ τοῦ πρὸς ζέφυρον πνεούσης προτεμενίσματος · πνεῖ γὰρ ἡδὺς τε καὶ ἄλυπος, καὶ ,τῶν ἱματίων ἐντὸς ὑποδὺς ,ἡρέμα διαψύχει τὰ σώματα, τῶν ἐσθῆτων αἰωρουμένων τῷ πνεύματι.