Ancient Greek
100.4
Choricius Rhet. et Soph., Opera 100.4
Unproofread scanNot analysed yet
Εἰσιὼν οὖν, ἰλιγγιάσεις τῷ ποικιλῷ (¹) τῶν ὁρωμένων, καὶ ,πάντα φιλονεικῶν ἀθρόως ἰδεῖν, οὐδὲν ἐναργῶς οἴχῃσθ τεθεαμένος, περιφερομένων σοι τῆδε κάκεισε τῶν ὀφθαλμῶν, οὐδὲν ἀόρατον χαρτεροῦντι παραλιπεῖν · ὅ τι γὰρ ἂν παραδράμῃς (²), οἴχῃσθ τὸ κάλλιστον ζημιούσθαι. Κἂν πύθῃταί τις ὅτι μᾶλλον τίθεσαι (³) τῶν εἰργασμένων, διασκεψάμενος· μὲν ἀπορήσεις · ἀπορήσας δέ, πάλιν περισκοπήσεις · οὐκ ἔχων δὲ κρίνειν, ἀντερωτῆς · «σὺ δὲ τίνι μᾶλλον ἤσθης τῶν ὁρωμένων »; ἀπὸ γὰρ τῆς στοᾶς, ἣν εὐμήκη προσείπον πρὸς βορέαν ἄνεμον μάλιστα, περίστυλος ἴδρυται χώρος πρὸς μυσταγωγίαν ἐξαιρετος, ψηρίδος αὐτῷ λεπτῆς ὁμοῦ καὶ πυκνῆς, πολυτρόποις εἴδεσιν ὥραιζούσης τὴν γῆν.