Ancient Greek
104.3 to 105.2
Choricius Rhet. et Soph., Opera 104.3-105.2
Unproofread scanNot analysed yet
λίθος ἥν ὁ αὐλὸς καὶ λίθος ἑκατοντάχρους ἐκ θετταλῆς λίθου. λίθος Χίος, ὁ ἐκ Λαχαίνης, καὶ Θετταλός χίονας ἅμα καὶ πλάκας τῷ σεβασμῷ χορηγήσασα τόπῳ ἔνθα τὸν ἱερέα φιλεῖ καθίζειν ὁ νόμος. Ὦφει καὶ τράπεζαν ὅλην ἐξ ἀργύρου τὴν ἱερὰν κτίσιν ὁμοτίμοις ἐνδρυμένην · πλοῦτος γὰρ εἰς εὐσέβειαν ῥέων, ἀένναος τῷ κεκτημένῳ. Ἐνταῦθά τις πάλιν ἐμοὶ καταλεγέτω τὰς πόλεις ὅσαις ὄνομα γέγονεν ἐξ ἀναχτῶρων κατασκευῆς, τῶν μὲν ἐν καλῷ κειμένων τοῦ ἀστεος, τῶν δὲ λίθων αὐγαῖς ἀστραπτόντων, ἑτέρων ἐκ μεγέθους βεβοημένων, ἄλλων γραφῆς ἀγλαΐᾳ λαμπόντων. Τὰ γὰρ ἅπασι τοῖς ἄλλοις μεμερισμένα, ταῦτα συλλήθδην ἔχει τὸ τέμενος.