Ancient Greek
105.3
Choricius Rhet. et Soph., Opera 105.3
Unproofread scanNot analysed yet
Οὕτω δὲ γέμων ὁ χῶρος πολυτελοῦς εὐπρεπείας καὶ τοῖς ἡδίστοις ὧδε πέπνευται (¹) τῶν ἀνέμων, πανταχόθεν αὐτοῖς εἰσόδους ἀνοίγων, ἄλλας ἄλλως ἐξητχημένας καὶ φῶς ὅτι πλεῖστον παραπεμποῦσας. Καὶ τοσοῦτον αὐτῇ μεγέθους περίεστιν, ὥστε πολλοὺς πολλάχθδεν ἐνθάδε συβρέοντας δόξαν ὀλίγων διδόναι, πολλῆς ἑκάστῳ προσούσης εὐρυχωρίας. Τὸ δὲ παράδοξον · τῶν ἔργων ὅσα πολυτελῶς οἰκοδομούμενα κρύπτεται πρὶν εἰς πέρας ἐλθεῖν, ἀθρόως φανέντα φιλεῖ καταπλήττειν · προκεῖμενα δὲ τοῖς κατὰ μικρὸν ὁρῶν βουλομένοις, χόρον δεδωκότα τῇ συνἐχειᾷ θέας, ἐκπίπτει τοῦ θαύματος. Ὁ δὲ νεὺς οὕτωσι πᾶσιν εἰς τέλος ἀνεωγμένος, ὡς ἐν τῇ πανηγύρει πρῶτον φανεὶς, ἀπελῆψει τὸν ἐπαινον.