Ancient Greek
106.4
Choricius Rhet. et Soph., Opera 106.4
Unproofread scanNot analysed yet
(1) Ap. ,καταλύσωμεν. (3) Ap. ,ἐμψυχά πως. γόνατα γὰρ καταβαίνειν βιαζομένην ἡ παρθένος ἀνέχει ,μέτριά που φρονούσα. Εἰέν. Τί δὴ τὸ βούλημα ταυτησί τῆς γραφῆς; Ὦνος ἐνταῦθα καὶ βοῦς (1), καὶ φάτνη καὶ βρέφος· καὶ κόρη πρὸς εὐὴν ἀναπίπτουσα, τὴν μὲν λαϊδὸν ὑποθεῖσα τῷ τῆς ἑτέρας ἀγχώνι, τὴν δεξιὰν δὲ τὴν παρεῖδν ἐπιχλίνουσα. Τίς ἄρα τῶν γεγραμμένων ὁ νοῦς; ἢ (2) διὰ κενῆς ἀπορούμεν. Ὦδε γὰρ ἐστὶν ἡ παρθένος ,ἣν ἐλεῖπομεν (3) ἄρτι κάταγμα φέρουσαν, καὶ τότε μὲν ὥραν ἄγουσα τόκου (4). Γέτοκε δὲ μὴ δεηθεῖσα κοινωνίας ἀνδρός. Οὐκοῦν (5) ἀλλιοῦται τὸ πρόσωπον, ὡς ἂν ὠχρίασέ(6) τις ἄρτι τεκοῦσα καὶ πρῶτον τεκοῦσα. Τὴν γὰρ τῆς φύσεως χρείττον(7) ἀξιωθεῖσαν τεκεῖν, ἔδει καὶ τῶν κατὰ φύσιν ὀδυνῶν ἀπηλλάχθαι. Τί οὖν ἡ φάτνη; ἡ βοῦς δὲ τί βούλεται; τί δὲ τὸν ὄνον φήσομεν εἶναι; Ταῦτα φασι παλαιοῖς εἰρήσθαι σοφοῖς ὡς ἔδει γενέσθαι (8), καὶ γέγονε ταῦτα. Τοὺς ποιμένας βοή τις ἐξ οὐρανοῦ (9) διαθρυλλοῦσα τὰ ὦτα (10) τῶν θρεμματῶν ἀπεδουλόλησε (11), καὶ τὰς οἶς (12) ἀμέλει καταλιπόντες παρὰ τὴν πόαν καὶ τὴν πηγὴν νεμομένας ,καὶ τῷ κυνὶ τῆς ἀγέλης τὴν φυλαχὴν ἐπιτρέψαντες, τοὺς αὐχένας αἴρουσιν, εἰς αἰθέρα τὴν ἀκοὴν ἰθύνοντες πρὸς τὴν τοῦ κυΐπου φορὰν, ἄλλος ἄλλως ἐστηκότες ὡς ἂν ἕκαστος ἀπονώτερον ὤετο καὶ ῥᾷον ἑστάναι. Καὶ τοῖς μὲν αἱ καλαύροπες ἀχρεῖοι φέρονται · τῷ δὲ, πρὸς μὲν τὴν ποίμνην ἄργει, θάτερα (13) δὲ συμμαχεῖ τοῖν χεροῖν· τὴν γὰρ δεξιὰν ἀνασχὼν, ἐμοὶ δοκῶ, τεθαύμακε τὴν βοήν. Οὐ μὴν ἐδέησε δευτέρας αὐτοῖς ἀκοῆς· ὀφθαλμοὶ γάρ, φασίν, ὧν πὶστότεροι(14) · καὶ συναντήσας ἄγγελος (15), ὡς ὁρᾷς, τὴν εὐδύτητα τοῦ