Ancient Greek
106.3
Choricius Rhet. et Soph., Opera 106.3
Unproofread scanNot analysed yet
Ἄρτι γὰρ τις ὑπόπτερος ἐξ οὐρανοῦ καταβὰς τῷ ζωγράφῳ καὶ ποιητῆσαι παρὰ τὴν ἄνευ συνοίκου μητέρα, μήπω γενομένην μητέρα, τοῖς εὐαγγελίοις ἀσπάζεται, σεμνὴ σεμνῶς ταλασιουργοῦση περιτυχόν (5). Καὶ σχηματίζεται μὲν οἷά τις πρὸς ταύτην διαλεγόμενος· ἀλλὰ γὰρ εἰ καὶ φωνὴν ἐνέθηκεν (6) ὁ ζωγράφος αὐτῷ, οὐ ῥάδιον τὰ λεγόμενα (πολὺ γὰρ τὸ μέσον) ἀκούειν. Ἐκπλαγεῖση δὲ πρὸς τὴν ἀνελπίστον θέαν, ἀθρόως τε τῷ θορύβῳ μεταστραφεῖση, μικροῦ τῆς χειρὸς ἐξέπεσεν ἡ πορφύρα, θηλύνοντος αὐτῇ τοῦ φόβου τῶν δακτύλων τὴν ἁρμονίαν. Τὸ γὰρ θῆλυ τῆς φύσεως καὶ ἀχακος ἡλικία (χόρη γὰρ ἦν εὐπρεπὴς εἰς (7) παστάδα) ταράττει καὶ ποιεῖ τὴν πρόσρησιν ὑποπτεύειν. Ὁ μὲν οὖν τὸ προσταχθὲν διακονήσας ἀπέστη (8)· ἐξιοῦσα δὲ τοῦ θαλάμου πρὸς γυναῖκα συγγενῆ τε καὶ φίλην (9), ἡ μὲν ἐμελλεν αὐτῇ τὸ συμβὰν διηγεῖσθαι, ἡ δὲ φθάνει προαισθομένη καὶ προσπίπτει πρὸς τὸ στῆθος τῇ κόρῃ· πρὸς τὰ