Ancient Greek
115.2
Choricius Rhet. et Soph., Opera 115.2
Unproofread scanNot analysed yet
Τοιούτων δὴ τὸ ἄστυ. Πρυτανεύοντος ἱερέως, εἰκότως ἡμῖν ζηλοῦ καὶ θυμηδίας καὶ ῥημάτων εὐφήμων ἡ πόλις μεστή, καὶ πανταχοῦ τῆς ἀγορᾶς τὰ συμπόσια. Καὶ τοῖς μὲν πολλοῖς εὐωχίαι πάνδημοι πρόκεινται· οἱ δεξιώτεροι δὲ τῶν ἀστῶν δημοσία τῶν ξένων τὸ δοκιμώτατον ἐστιῶσι. Καὶ τοῖς εὐωχοῦμένοις ἡδίστην φιλονεξίαν ὁ νεὼς πῶς διεγείρει, παρέχων ἄλλοις ἄλλα (2) θαυμάζειν.