Ancient Greek
115.3
Choricius Rhet. et Soph., Opera 115.3
Unproofread scanNot analysed yet
Ὀπη (3) δ’ ἂν τῆς πόλεως κινηθείης, ἔχεις ὅθεν ψυχαγωγῆση· σκηναι γὰρ ἐκ ποικίλων ὑφασμάτων, δάφνης τε κλάδοις κατὰ στοῖχον ἕκαστερον ἐστεμμένοι, μιμοῦνται πορείαν δένδρεσιν ἀμφοτέρωθεν τοιούτοις πεφυτευμένην, καὶ πρὸς ἡδίστον ἄλσος τὸν νεὼν (4) παραπέμπουσιν. Αὐταὶ, παντοδαποὶς θαλλούσαι τοῖς ὄνιοις, πλουσίοις ἄμα καὶ μέτρια κεχρημημένοις (5) τὰ πρόσφορα διανέμουσιν, ἀκοσμίας ἀγοραίου καὶ προπετείας ἀπηλλαγμέναι καὶ φωνῶν ἀπειροχάλων. Οὐχ ἂν αὐτὸς οὐδὲ ὁ Καμβύσου Κύρος ἐμέμφατο περιών, ὁ τοῖς Ἕλλησιν ἀγορὰν ὀνειδίζων (6).