Ancient Greek
12.1
Choricius Rhet. et Soph., Opera 12.1
Unproofread scanNot analysed yet
Ἀνεγνώσθη Χορικίου σοφιστοῦ Γάτης μελέται καὶ συντάξεις λόγων διάφοροι. Οὗτος χαίρει μὲν εὐχρυνείᾳ καὶ καθαρότητι · εἰς τὸ χρήσιμον δὲ καὶ τῇ περιβολῇ (1) κεχρημένος, τῷ τε εὐκαίρῳ καὶ τῷ μὴ εἰς μῆκος περιόδου ταύτην παρατείνειν οὐδὲν τῇ σαφενείᾳ λυμαίνεται. Ἥθει τε καὶ ἀληθείᾳ συγχέεται, οὐδὲ τῆς γνωμολογικῆς (2) σπουδῆς ἀστοχῶν. Ἡ δὲ γε λέξις αὐτῷ, τῶν λογάδων οὖσα ἐν πολλοῖς, οὐχ ἀεὶ τὴ γνήσιον διώκει · ἔσθ᾽ ὅτε γάρ, διὰ τὴν ἄκρατον τῆς τροπῆς ἐκτροπὴν (3), εἰς ψυχρολογίαν ἐκπίπτει. Καὶ πρὸς τὸ ποιητικώτερον δὲ ἐστιν οὐ παρασύρεται. Χρήσιμος δὲ ἐστιν αὐτὸς ἑαυτῷ μᾶλλον, ἐκφράσεις καὶ ἐγκώμια (4) διεξερχόμενος. Ἔστι δὲ καὶ τῆς εὐσεβείας