Ancient Greek
13.1
Choricius Rhet. et Soph., Opera 13.1
Unproofread scanNot analysed yet
ἔραστης, τὰ χριστιανῶν ὄργια καὶ τεμένη (¹) τιμῶν · πλὴν οὐχ οἷδ' ὅπως ὀλιγώρως καὶ λόγῳ σὺν οὐδενὶ μύθους καὶ ἱστορίας ἑλληνικὰς (²), οὐ δέον ὧν (³), ἐγκαταμίγνυσι τοῖς ἑαυτοῦ συγγράμμασιν, ἔστιν δτε καὶ ἱερολογῶν. Ποικίλα δὲ αὐτοῦ καὶ πολλὰ συγγράμματα φέρεται. Πλασματικοῖς (⁴) τε γὰρ καὶ πανηγυρικοῖς (⁵), καὶ μονοδίοις (⁶) καὶ ἐπιθαλαμίοις (⁷), καὶ ἀντιρρητικοῖς (⁸) ἐστιν αὐτοῦ λόγοις ἐντυχεῖν, καὶ τοιούτοις ἑτέροις. Ἦκμασε δὲ ἐν τοῖς Ἰουστινιανοῦ χρόνοις. Γέγονε δὲ μαθητὴς Προκοπίου ῥήτορος, ἑνὸς τῶν ἀρίστων · οὗ τοῦ Καϊσαρέως δὲ (⁹), ὃς, εἰς μέγα κτῆμα καὶ ὠφελος κατ' ἐκεῖνον καιροῦ τὰς ἱστορικὰς γραφὰς συντάξας, ἀείμνηστον αὐτοῦ κλῆος τοῖς σπουδαιοτέροις καταλέλοιπεν · ἑτέρῳ δὲ τινὶ προσωμιλήσεν ἐν τῇ αὐτῇ πατρίδι καὶ αὐτῷ λαχόντι σοφιστεύειν, ὃς καὶ, εἰς γῆρας ἐλθὼν, ἧδεως εἶχεν ὁρᾶν ἄνθ' ἑαυτοῦ τὸν ὁμιλητὴν τῆς σχολῆς ἐξηγούμενον. Τούτου λόγοι πολλοὶ τε καὶ παντοδαποὶ φέρονται, ἀξίων ζηλοῦ καὶ μιμήσεως χρήμα · καὶ δὴ καὶ βιβλίον ὅλον, στίχων Ὀμηρικῶν μεταφράσεις εἰς ποικίλας λόγων ἰδέας ἐκμυορφομένας, αἱ μάλιστα τὴν τοῦ ἀνδρὸς περὶ ῥητορικὴν δύναμιν καὶ μελέτην ἴκαναι περύκασιν ἀπαγγέλλειν · οὐ τινὸς, ὡς ἐστὶ δυνατόν μαθητῇ, Χορίκιος μιμητὴς κατὰ τοὺς λόγους γέγονεν. Ἄμφω δὲ ἤστην εὐσέβει (¹⁰), καὶ πολλαχοῦ τοῖς λόγοις αὐτῶν, οὐδὲ παρέργως, περὶ τῆς ἱερᾶς εἰκονουργίας διαλαμδάνουσιν. Γέγονε δὲ Χορικίῳ καὶ ἡ τοῦ διδασκάλου τελευτῇ ἐπιταφίου ὑπόθεσις (¹¹).