Ancient Greek
126.4
Choricius Rhet. et Soph., Opera 126.4
Unproofread scanNot analysed yet
Τεῖχος ἡμῖν πρότερον ἢν οὕτως ὄνομα μόνον. Ὁ μὲν γὰρ πλεῖστος περίβολος ἀνέωκτο τοῖς εἰσιούσιν· ὁ δὲ λειπόμενος ἐτι διαβατὸς ἐγεγόνει τῷ χώματι. Ἐντεῦθεν ἡ φήμη κατεγέλα τῆς πόλεως καὶ πολέμους ἐκῆρυττε πολεμίων ἡσυχάζοντων. Διανείμας τοίνυν τὴν ἐπιμέλειαν τοῖς ἐν τέλει τῶν οἰκητόρων (3), ἵνα συντόμῳ (4) καὶ τῷ λόγῳ τὴν ὑμετέραν ζηλώσω σπουδὴν (5), δευτέραν ἀσφάλειαν τῇ τοῦ χώματος ἐξεῦρες διωρυχὴν, ὡς ἀντὶ τείχους ἑτέρου γεγενῆσθαι τὸν λόφον.