Ancient Greek
126.5
Choricius Rhet. et Soph., Opera 126.5
Unproofread scanNot analysed yet
Βούλεσθε οὖν, ἐπειδή τῷ λόγῳ παρὰ τὸ τεῖχος γεγόναμεν, πρὸς τὸ τῶν Ἀποστόλων βαδίσωμεν τέμενος. Ἄμα γὰρ ἡδίστον φανταζόμεθα (6) χῶρον, καὶ πρόφασιν ἔχειθεν ληψόμεθα τὸν ἱερέα κοσμοῦσαν. Πάλαι γὰρ εἰστήκει σαλεῦον, οὕπω μὲν πεπτωχὸς, ἀεὶ δὲ τοῦτο παθεῖν προσδοκώμενον, πολλῇ τοῖς βριθμοῦσι κατηγορίας λαβή. Ἐν παρόδῳ γὰρ ἰδρυθὲν πολυάνθρωπον ἀγορὰν μιμουμένην ἐγχλήματα συνεχῇ περιήπτεν ἐκείνοις. Ἀμφοτέρα δεινῶς ἐλύπει τὸν ἱερέα, καὶ τὸ περιωφθαι τοῦ νεῶ τοὺς πρυτάνεις καὶ τὸ τινὰς ἐν ὀνείδεσιν εἶναι. Ἀποδοὺς οὖν (7) τῷ τόπῳ