Ancient Greek
127.2
Choricius Rhet. et Soph., Opera 127.2
Unproofread scanNot analysed yet
Μικρὸν ἔτι μοι πόρρω τοῦ ἄστεος τὴν ὑμετέραν δότε διάνοιαν εἰς ἀγρὸν τινὰ τῇ πόλει προσήκοντα, ἔνθα τέμενος ἤν ἐλαττον ἢ λαμπρὰν πανήγυριν δέξασθαι. Τοῖς μὲν οὖν ἐν φάυλῳ θεμένοις τὸν τόπον μετρίαν ἐδίδου συγγνώμην τὸ διεστάναι τῆς polews, καὶ πρὸς τὸν ἐγκαλοῦντα πιθανὸν ὑπῆρχεν εἰπεῖν · «ἐν ἀγρῷ τὸ χωρίον · οὐ πλησιάσει τῇ πόλει · στάδιοι τὸ μέσον πεντήκοντα ». Εἶχον ἐκεῖνοι τοιαύτην ἀπολογίαν εὐπρόσωπον. Ἄλλα μισεῖς βραδυμίαν, κἂν ἔχῃ συγγνώμην · ὡς ἔστιν ἐκεῖσε φοιτῶντα μαθεῖν, φιλοχάλου πολυτελείας κοσμούσης τὸν τόπον. Οὕτως ὀλίγα παραλαβὼν ἱερὰ, καὶ ταῦτα πεπονηχότα τῷ χρόνῳ, πλείονα τὰ τῶν παλαιῶν ἐδώρησω νέα τῇ πόλει (4), καὶ τῶν ἀρχαίων ἑκάστῳ τοσοῦτον προσέθηκας ὅσον ἐπαοίε τὸ πᾶν νομίζεσθαι σόν.