Ancient Greek
127.3
Choricius Rhet. et Soph., Opera 127.3
Unproofread scanNot analysed yet
Ὦρα λοιπὸν ὑμῖν ἐπανελθεῖν εἰς ἄστυ, καὶ τὸν πολυθρύλητον περισκοπήσαι νεών. Ἄλλ' ὅρα μὴ ποτε λάθης ἐνδιατρίψας τῷ χώρῳ, πρὸς τὴν αὐτοῦ κηλούμενος τέρψιν (οὔτε γὰρ εἰσιέναι σοι ῥάδιον ὑπὸ τῆς ἐξωθεν κατεχομένης παιδρότητος), καὶ γενόμενος ἔνδον οὐδὲ μνημονεύσης τῆς ἐκεῖθεν ἐξόδου · ὕψους, εὐρυχωρίας, φωτός, ,χρωμάτων ποικιλῶν, σχημάτων οἰκοδομίας παντοδαπῶν, τούτων ἀπάντων ὁμοῦ, μᾶλλον δὲ μέρους ἑκάστου κατέχειν ἀρχοῦντος τὸν θεατήν.