Ancient Greek
14.1
Choricius Rhet. et Soph., Opera 14.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΧΟΡΙΚΙΟΥ ΤΟΥ ΣΟΦΙΣΤΟΥ ΓΑΖΗΣ 1. Ὅτι Χορίκιος ὁ σοφιστὴς ἤκμασε μὲν ἐν τῇ Γάζῃ, ἐν τοῖς Ἰουστινιανοῦ χρόνοις, γέγονε δὲ μαθητὴς Προκοπίου ῥήτορος τῶν ἀρίστων ὄντος· οὐ τοῦ Καισαρέως δὲ τὰ κατὰ τὸν βασιλέα Ἰουστινιανὸν ἀξιολόγως συνεγράφατο καὶ ἱστόρησεν, ἀλλ᾽ ἑτέρου τινὸς ἐν τῇ αὐτῇ πατρίδι καὶ αὐτοῦ λαχόντος σοφιστεύειν, ὃς καὶ, εἰς γῆρας ἐλάσας, ἡδέως εἶχεν ὁρᾶν ἀνθ᾽ ἑαυτοῦ τὸν ὁμιλητὴν τῆς σχολῆς ἐξηγούμενον. Ἀμφὼ δὲ ἦστην εὐσεβέες. Γέγονε δὲ Χορικίῳ καὶ ἡ τοῦ διδασκάλου τελευτὴ ἐπιταφίων λόγων ὑπόθεσις. Φασὶ δὲ αὐτὸν τὸν Χορικίων καὶ ἄλλους πολλοὺς καὶ παντοδαποὺς συγγράφαι λόγους. Ἄλλ᾽ οἱ νῦν φερόμενοι, ὧν οὐ πλείσιν ἐντετυχήκαμεν, οἱ ἐνταῦθα γεγραμμένοι εἰσιν 2. Ἐκ μὲν οὖν ἐκείνων τῶν πλείστων ἴσως ἂν τις καὶ μᾶλλον τὴν τοῦ ἀνδρὸς ἐν λόγοις ἀρετὴν συνήχεν · καὶ ἐκ τούτων δὲ τῶν ὀλίγων, ὅσον ἔξεστι μαντεύσασθαι καὶ περὶ τῶν ἄλλων, ἀποφηναιτ᾽ ἂν τις τοῦτον δικαίως ἀρίστον εἶναι τὰ ἐς λόγων ἔργασίαν 3. Φασὶ δὲ αὐτὸν ἑαυτῷ βελτίω εἶναι ἐκφράσεις καὶ ἐγκώμια 4 διεξερχόμενον, ὅσα καὶ τοῖς ἄλλοις 5 αὐτοῦ πρὸ ἡμῶν συγγράμμασιν ἐντετυχηκότες ἀπομνημονεύασιν. Χαίρει μὲν οὖν εὐχρινείᾳ καὶ καθαρότητι, εἰς τὸ χρήσιμον δὲ καὶ τῇ περιβολῇ κεχρημένος, τῷ τε εὐκαίρῳ καὶ τῷ μὴ 6 εἰς μήκος περιόδου ταύτην παρατείνειν οὐδὲν τῇ σαφνειᾳ λυμαίνεται· ἥθει τε καὶ ἀληθείᾳ συγχέρεται οὐδὲ τῆς γνωμολογικῆς