Ancient Greek
147.1
Choricius Rhet. et Soph., Opera 147.1
Unproofread scanNot analysed yet
Ἄρῃς γὰρ, ταῦτα μαθὼν (ἥρα δὲ καὶ οὗτος τῆς Ἀφροδίτης), ἐζήλοτύπει τὸν νέον, καὶ ποτε ταύτην ἀποῦσαν ἐπιτηρήσας, χλέπτει τῇ θέᾳ τὴν φύσιν, καὶ σὺς δοκῶν εἰς θήραν ἐφείλχετο τὸ μειράκιον. Καὶ ὁ μὲν, ὡς εἴκός, ὁμόσε φέρεται τὰς κύνας ἀνακαλῶν, καὶ ἐλεῖν ἠπείγετο τὸ δοξάν θηρίον. Ἄλλὰ γὰρ χαλεπὸν ἀνθρώποις, ὦ Ἄδωνι, θεόν (¹) ὅτε πολέμιον ἔχουσι. Τοῦτον γὰρ ἑστατον πεποιήσαι δρόμον, καὶ, θήραν ἐλπίσας, αὐτὸς ἔχεισο θήραμα (²).