Ancient Greek
147.2
Choricius Rhet. et Soph., Opera 147.2
Unproofread scanNot analysed yet
Φεῦ ! οἷας ἀγγελίας ἀκούειν ἔδει τὴν Ἀφροδίτην, καὶ ἤκουσε ! πληγεῖσα δὲ τῷ λόγῳ τοῦ πάθους ὅλη τε ἦν καὶ οὐδὲν ἐδίδου τῷ λογισμῷ · ἀλλ᾽ ,εἰς λήθην ἐλθοῦσα τοῦ πρέποντος, ὡς εἴχέ τε ἀνέστη καὶ δρόμῳ διὰ πάντων ἐφέρετο. Οὐ κρημνοὶ ταύτην ἐκώλουν, οὐ φάραγγες ἑστησαν, οὐ ποταμοὶ ἐπέτρε πλημμυροῖς (³) τοῖς ὕδασιν · ὡς ὁμοῖ τινες ἦσαν οἱ Ἔρωτες (⁴). Εἶπετο γὰρ ἡ μήτηρ ἐκφρων ὑπὸ τοῦ πάθους, ὡς οἱ παῖδες ἐβούλοντο. Οὕτω δὲ φερομένη περιπίπτει ῥόδων φυτῷ ,καὶ