Ancient Greek
148.1
Choricius Rhet. et Soph., Opera 148.1
Unproofread scanNot analysed yet
ΕΙΣ ΡΟΔΟΝ. πως ἀδρωτέρα οὖσα τὸ σῶμα (καὶ τί γὰρ ἄλλο ἢ (1) Ἀφροδίτη;) ,καὶ μηδὲν ἔχουσα περικαλύπτον τῷ ποδὶ (οὐδὲ γὰρ τούτου προνοεῖσθαι παρέσχε τὸ πάθος) · οὕτως οὖν ἔχουσα, ἀκάνθῃ πληγεῖσα συμμεταβάλλει τῷ ῥόδῳ τὴν θεάν (2), καὶ τοῦ αἵματος τὸ χρῶμα τοῖς ῥόδοις φύσις ἐγένετο (3). Ἦν γὰρ ὅτε λευκὸν ὑπῆρχε, καὶ εἰς τοῦτο μεταβέβληται, καὶ τὴν πληγὴν εὐτυχεῖ τῆς Ἀφροδίτης. Καὶ εἴποις ἂν αὐτὴν εἰκόνα τοῦ χρώματος ὑπάρχειν τῷ ῥόδῳ. Τοῦτῳ στεφανοῦνται μὲν αἱ πασπάδες · πρέπει γάρ, οἶμαι, τὰ τῶν Ἑρώτων ἔργα φυτῷ (4) κοσμεῖσθαι. Οἷον πρὸς ἀλλήλας αἱ Χάριτες, τοῦτο καὶ Διονύσῳ μηχθὲν μιμεῖται σωτηρίαν ἀνθρώπων (5). Ἦδη τοῖς ῥόδοις καὶ λόγοι παττόμενοι, χαρίεν τί τε καὶ ἐπαφροδίτον γίνεται (6).