Ancient Greek
156.3
Choricius Rhet. et Soph., Opera 156.3
Unproofread scanNot analysed yet
Τί τοίνυν ἐτὶ μέλλω καὶ πρὸς τὸν πλοῦν ἀναδύομαι; ἀπεῖπον ἐφ’ ἕνος χωρίου καθιδρυμένος, καὶ δαπανῶν ἀεὶ καὶ τοῦ κέρδους ἐστερημένος · ἄ γὰρ ἐμπόρια δεδιώρηται, ταῦτα χειμῶν ὑπανέλασε, καὶ σύνοικος οἴμοι! μηδὲν τοῦ χειμῶνος ἀνεκτοτέρα · ἐπέκειτο γὰρ ἀεὶ πρὸς ζημίαν φέρουσα τι καινότερον · καὶ «Δεῖ μοι »φησίν, «ἐσθῆτος παραμυθουμένης τὴν «ὥραν ». Παρέσχον, ὡς οὐκ ἂν ἠβουλήμην · ἡ δὲ πάλιν ἤν γυμνή, πάλιν τὴν ζημίαν ἐπέτεινε. Καὶ ἥδε φησίν · «Ἡ τοῦ δεῖνος κόσμῳ περιλάμπει «χρυσῷ, καὶ δεῖ με τῶν παραπλησίων τυχεῖν ». Ἐγὼ δὲ πρὸς ταύτην · «Μὴ καὶ τοῦτο, γύναι, παραμυθεῖται τὴν ὥραν »; Εἰ δὲ παρεῖδον αἰτοῦσαν, «Ἄτιμος ἐγώ »πολλάκις ἔδοξα, «καὶ λόγος οὐδεὶς ἐμοὶ (3) παρὰ «σοῦ ». Καὶ ἤν ἀνάγκη καὶ δι’ ἡμέρας ζυγομαχεῖν, βοσκημάτων δίχην συγκαθειργμένων, ὅως μοι διαβυθὲν οἴχεται τὸ βαλάντιον. Ἄλλὰ νῦν ἐνδείας, νῦν κακῶν ἐλευθέρωμα, νῦν ἐπιμεξία ταῖς πόλεσιν ἐλευθέριοι. Οὐχ ἔτι μοι κωλύσει τὸ σκάφος ἡ θάλασσα · ἤδη καὶ ναύτης τοῦ πελάγους κατατολμᾷ, καὶ ὁδοιπόρος ἄδει, καὶ ποιμένες αὐλοῦσι, καὶ χορεύει τὰ ποίμνια. Νῦν ὄρνιθες ἄδουσι καὶ (4) ποικίλῳ τινὶ φθόγγῳ πλέκουσι ξένην μουσικήν. Καὶ τὰ δένδρα νῦν ἐπεῖγεται πρὸς γονήν, καὶ γῆ διαφόροις ἐμπομπεύει τοῖς ἄνθεσιν, ἀστρῶν δίχην ἐκλάμπουσα, καθάπερ ἀμιλλωμένη πρὸς οὐρανόν (5).