Ancient Greek
157.1
Choricius Rhet. et Soph., Opera 157.1
Unproofread scanNot analysed yet
ΧΟΡΙΚΙΟΥ ΗΘΟΠΟΙΙΑ ΕΜΠΟΡΟΥ. Τί οὖν; ἐπιβήσομαι τῆς ὀλκάδος, θαρρήσω τὸν πλοῦν. Πολλοὺς ἔχω κοινοῦντας ναύτας τοῦ πράγματος, οἱ πρὸς τῷ κέρδει καὶ ποικίλην θέαν καρποῦμεθα. Ὁ μὲν πρὸς Σικελίαν ἐπείγεται, καὶ τὴν Αἴτνην ὁρᾷ καὶ πῦρ ἔσω ὅτε χεόμενον, καὶ τὴν Ὀδυσσέως ὄψεται Χάρυβδιν (1)· ὁ δέ, πρὸς Ἰταλίαν ἐλθὼν, πόλιν ὁρᾷ μεγίστην, ἐν ᾗ τῆς οἰκουμένης τὰ τρόπαια. Ἄλλοι τὰς νήσους ὡς ἂν ἐν μέσῳ χωρῶ περιπλέουσιν. Ὁ δὲ τὴν Τροίαν ὁρᾷ καὶ τὴν ταύτης τύχην ὀδύρεται, τὴν Ἑλένην εἰς μνήμην λαβὼν· ἀλλὰ πάλιν γυναῖκες, πάλιν τῶν οἴκοι κακῶν μνημονεύσομεν. Ἄλλος τὴν Ἀττικὴν ἀφικόμενος ὁρᾷ τὸν Πειραιᾶ, τὰς νήσους, τὴν Σαλαμίνα, καὶ παίδας Ἀθηναίων, καὶ παλαιὰ διγήματα· ὡς ἤπειλε Ξέρξης, ὡς πάντα κεκίνητο, ὡς ὁ γῆν ὑβρίσας καὶ θάλατταν ὑπ᾽ Ἀθηναίων ἐδάχρυσεν (2). Ἡμεῖς δὲ τὴν Κύπρον καὶ τὴν ταύτης Ἀφροδίτην οὐ περιπλεύσομεν· ἀποβήσομαι τῆς νεώς, ὁμοῖ νῆσον Ἀδωνίδος, καὶ τὴν Ἀφροδίτην παραμυθήσομαι, τὴν εἰκόνα τοῦ πάθους, τὴν μνήμην τοῦ ἔρωτος (3)· καὶ ἄσω τῷ κυνηγέτῃ (4) τὸ κάλλος, τὴν ῥώμην, τὰς χάριτας, τῶν παίδων τὰ τόξα, τὸν ζῆλον τοῦ Ἄρεος (5), τὴν ἀμυρον τελευτήν, τὴν ἀγγελίαν, τὸν δρόμον, τὴν πληγήν, τὸ αἷμα, τὸ ῥόδον αὐτό, φυτὸν εὐτυχὲς, Ἀφροδίτης πάθος εἰκονίζον τῇ θέᾳ.