Ancient Greek
158.1
Choricius Rhet. et Soph., Opera 158.1
Unproofread scanNot analysed yet
ΗΘΟΠΟΙΙΑ ΑΦΡΟΔΙΤΗΣ 1. Τίνας ἂν εἴποι λόγους Ἀφροδίτη, ἐν τῷ ζητεῖν τὸν Ἄδωνιν πληγεῖσα ταῖς ἀχάνθαις τὸν πόδα. Τοῦτό σοι ,Τύχη, πρὸς ἐπιβουλήν ὑπελείπετο · μηδὲ ζητῆσαι τὸν Ἄδωνιν, μηδὲ δραμεῖν ἐπ’ αὐτόν, μηδὲ παραμυθῆσασθαι τῷ δρόμῳ τὸν πόθον, μὴ κειμένῳ περιτυχεῖν, μὴ περιπλέξασθαι πεπτωχότι, μηδὲ φίλτατον καλέσαι νεκρόν. Ὥρκει τοὺς ὀφθαλμοὺς καὶ μεμυκότας ἰδεῖν, ὥρκει μοι πρὸς θεὰν καὶ σιγῶντα τὰ χείλη · οὕτω μοι πάντως ἀπέλιπον οὐχ ἐρύθημα τὸ πρόσωπον ,οὐχ ἄνθος τὴν παρεῖαν, οὐ τὴν κόμην αἱ χάριτες. Εἰ δὲ καὶ τὴν αἰτίαν ἥρομην τοῦ πτώματος, τάχα μοι καὶ κείμενος ἔδοα τὸν Ἄρεα 2.