Ancient Greek
158.4
Choricius Rhet. et Soph., Opera 158.4
Unproofread scanNot analysed yet
Ἄλλ’ οἷα καὶ λέγειν προήχθην; ἐγὼ πείσομαι πεπτωχέναι τὸν Ἄδωνιν ; Ἔτι περίεστι καὶ θηρξ, καὶ μὴ παροῦσαν τάχα τὴν Ἀφροδίτην ζητεῖ · ἐγὼ δὲ μέλλω, καὶ κάθημαι μάτην δεθεῖσα τῷ πάθει τὸν πόδα. Ἄλλὰ γὰρ πάλιν τὸν Ἄρη λογίζομαι · πάλιν τέθνηκεν Ἄδωνις · δεινὸς γὰρ ὁ θεός, βλοσυρὸν ὄρξ, πρὸς αἷμα κέχηνε, ποθουμένην ὀφιν ἐλεεῖν οὐχ εἰδώς. Ὦ δεινῆς ἀπορίας! ὦ δυστυχημάτων ὑπερβολῆς! τίνος κατηγορήσω ; τίνας δὲ μέμψομαι; τὴν Τύχην ; τοὺς ἐμοὺς παῖδας ; Ἔκ τούτων Ἄδωνιν ἔγνωκα, ἐξ ἐκείνης Ἄρης ὠπλίζετο. Νῦν τῶν ἑαυτῆς 3 πειρῶμαι βελόν, νῦν τὴν ἐμὴν φλόγα μεταμανθάνω, νῦν τῆς ἐμῆς ὀδίνος αἰσθάνομαι. Ἀφροδίτη ταῦτα 4, ἣν ἔτεκε Ζεὺς, ἣν οὐρανὸς ἤνεγκεν, ἣν ἐκόμισε 5 φύσις, ἐξ ἧς πῦρ καὶ βέλη καὶ πάντα πόθῳ συνήπτετο. Μήτηρ ἐγενόμην Ἑρώτων, τόξα παρέσχον, ἐπτέρωτο τὰ παιδάρια, καὶ