Ancient Greek
160.3 to 161.3
Choricius Rhet. et Soph., Opera 160.3-161.3
Unproofread scanNot analysed yet
Τοῦτο σύμβολον ἔστω τῆς τύχης, καὶ τοῖς μετὰ ταῦτα τὴν εἰκόνα δεῖξαι (²) τοῦ πάθους. Τοῦμόν αἷμα φύσις γενέσθω τῷ ῥόδῳ (³). Καὶ τις τὸ ἄνθος ἰδὼν οὐ παραδώσει τῇ λήθῃ τὸν Ἄδωνιν· ἀλλὰ, τὴν αἰτίαν ζητῶν, ἀκούσει τὸ πάθος, τὸν πόθον, τὴν φήμην, τὸν δρόμον, τὴν πληγὴν, τὸ αἷμα, τὴν τοῦ ῥόδου μεταβολήν, καὶ ἐπὶ πᾶσι τὸν Ἄδωνιν. ΗΘΟΠΟΊΑ ΦΟΙΝΙΚΟΣ (1). Τίνας ἂν εἴποι λόγους ὁ Φοίνιξ τῆς μὲν πρεσβείας ἀποτυχὼν ,βοηθούντος δὲ τοῖς Ἕλλησιν Ἀχιλλέως ,ὅτε πρὸς αὐτὸν ὁ Ἀγαμέμνων στείλας τὴν Βρισίωos ἐξέπεμψε. Συνήδομαι μὲν τοῖς Ἕλλησιν ,ἀλλὰ δακρύω τὸν Θετταλὸν ,τοῖς μὲν εὐροῦσι σωτῆρα ,τὸν δὲ πεσόντα πρὸς ἀδοξίαν Ἑλλήνων καὶ γέλωτα Τρωϊκόν :οὐδὲ Τρῶες γάρ ,οἶμαι ,τῶν ἡμετέρων ἀνήκοοι παθημάτων.