Ancient Greek
160.1
Choricius Rhet. et Soph., Opera 160.1
Unproofread scanNot analysed yet
ΗΘΟΠΟΙΊΑ ΑΦΡΟΔΙΤΗΣ. Ἑλύπει ταῦτα τὸν Ἄρην, καὶ τὸν φόβον ὑπέτρεφε · καὶ πρὸς ἔργον ἦλθεν ἡ γνώμη (¹). Ἐγὼ σοι τοῦ πάθους αἰτία · δι’ ἐμὲ καὶ Ἄρης πολέμιος. Τούτων ἀκούσασα διεπτόημαι, καὶ γέγονα τῇ φήμῃ μετέωρος, καὶ κόσμου μοι λόγος ὑπῆρξεν οὐδεὶς. Δρόμος ἐπῆλθέ μοι, καὶ πόδες γυμνοί, καὶ τὰ ἐν ποσὶ παρορώμενα. Ἐντεῦθεν μοι τὸ πάθος δεινότερον ἦν, καὶ βέβλημαι τὴν μὲν καρδίαν τῷ πόθῳ, τῇ δ’ ἀκάνθῃ τὸν πόδα.