Ancient Greek
172.3
Choricius Rhet. et Soph., Opera 172.3
Unproofread scanNot analysed yet
Τὰ δὲ βασιλεῖα πυκνοῖς ἐς ὕψος ἀνέχεται χίοσι, καὶ πρὸς, διπλὴν στολὴν τὸν θεατὴν παραπέμπονται. Ἰδοὺ γὰρ σοι καὶ πρὸς βάθος εἰσδύνονται. Εἰσόδους γὰρ ἡ τέχνη μιμεῖται κοιλινομένη τοῖς χρώμασι. Ὁ δὲ τοῖχος ἔνδον ἀψίσι πυκνοτέραις διεῖληπται πρὸς ἀγαλμάτων, ὡς εἴδος, ἐσκευασμένας ἀνάθεσιν. Οἱ δὲ χῖονες λευκοὶ μὲν πάντες, οὐ λείοι δὲ πάντες, κοιλότησιν ὀρθαῖς κεχολαμμένων τῶν ἄκρων · ὁμοῦ δὲ πάντες χρυσίῳ λαμπρῷ τὰς κορυφὰς ἀποστίλβοντες. Ὦφρὺς δὲ τούτοις ἐπίκειται· ἀλλ’ οὐδὲ ταύτην παρεῖδεν ἀκόσμητον ὁ ζωγράφος, ἀλλὰ τοῖς ἐπικειμένοις ἐποικίλλε γράμμασιν, εἰκόνας ἐν εἰκόσι μιμούμενος.