Ancient Greek
172.4
Choricius Rhet. et Soph., Opera 172.4
Unproofread scanNot analysed yet
Ἄλλ’ εἴ τί σοι γεγύμνασται πρὸς αἴσθησιν λεπτοτέραν ἢ θέα, καὶ καθαρῷ φωτὶ τῶν σμιχροτέρων ἀντέχεται, δίδου μοι ταύτην, καὶ σκόπει. Πῇ μὲν γὰρ κυνηγετήσας ἐστιν Ἱππόλυτος, καὶ λέοντα τῷ δόρατι βαλὼν οὕτω διανάσαντα (ὤκλαζε γὰρ, ἐπὶ τὸν θυμὸν ὑποτρέφων, καθήμενος, τῶν ποδῶν τοὺς μὲν πρόσω τείνας, τούτοις δὲ αὐτὸς ἐφικάνων ὑπὸ γαστέρα κειμένους. . . δρῶντα. . . . πρὸς ἐπαίνον διανίστησι, χεῖρας αἴροντα μετεώρους τῷ θαύματι, καὶ δίκην ἔχειν οἴόμενος τῆς ἀρνὸς . . . μενος. Ὁ δὲ κυνηγέτης τὸν μὲν ἔστησε πόδα, τὸ γόνυ κυρτῶσας μετέωρον, τὸν . . . τυχὼν, ἀποστραφεὶς προτείνει τὴν δεξιάν· ἑαυτὸν τῆς θύρας πρὸς τοὺς ὀπίσθεν οἰκέτας. . . πνεύμασι παρασύρεται. Ἱππολύτου δὲ τὸν ἵππον τῇ μὲν οἰκέτης ἕλκει, τῇ δὲ τοῦ δεσπότου πρὸς ἐπαίνον ἀνατείνεται. Οἰκέτης δὲ τις ἄλλος τὰς ἄρκας ὤμοις ἐπαίρεται. Ταύταις γὰρ τὰ λανθάνοντα τῶν θηρίων, ὕλαις τισὶν ἢ σπηλαίοις εἰσκαταδύντα, περιστοιχίζεται.