Ancient Greek
173.3
Choricius Rhet. et Soph., Opera 173.3
Unproofread scanNot analysed yet
Τοιαῦτα μὲν ἐκ περιουσίας παρέξβριπται τῷ ζωγράφῳ ποικιλματα. Ἐν ἀλασι δὲ μέσῳ πεποίηται τὰ βασιλεια· καὶ συνψύζονται τὰ δένδρα καὶ πειρατέρω προέρχεται, καὶ τῆς ὕλης ἡ κόμη μετέωρος ἀπηώρηται. Τοῦ δὲ τέγους ὁ ταὐς καθίπταται. Εἴποις δ' ἂν αὐτὸν, πολλῇ κομῶντα τῇ πτερώσει, ἀπεστράφθαι πρὸς ταύτην ἡδόμενον, καὶ τι παρημελημένον διορθοῦσθαι τῷ στόματι· τάχα δὲ τι καὶ δάκνον ἀμύνεται τῇ δέρρει πρὸς αὐτὸ διϊχνούμενος. Τῷ δὲ ταῷ τὰ πτερά πολλά καὶ πυκνὰ καὶ ἄλλα ἐπ' ἄλλοις, καὶ κύκλοι τινὲς ἐν τούτῳ (³) διαφόρῳ φωτὶ καταστράπτουσι χρωμάτων. Ταῦτα γὰρ δίδωσιν αὐτοῖς πρὸς εὐμορφίαν ἡ φύσις, αὐτομάτῳ κάλλει τὸν ταῦν στεφανώσασα· ὅθεν ἐσθ' ὅτε, τῇ πτερώσει γαννύμενος, ἀνορθοῖ ταῦτα μετέωρα, καὶ πρὸς βαθύν τινα κόλπον κοιλαίνει τὸ μέλαν, καὶ παστάδα μιμεῖται τῷ σχήματι.