Ancient Greek
173.1
Choricius Rhet. et Soph., Opera 173.1
Unproofread scanNot analysed yet
Πύλη δὲ σοι προσελθόντι τὸ στόμα τοῦ λαβυρίνθου παρίστησιν. Ἡ δὲ τοῦ Μίνω Ἀριάδνη παρθένος ἔρα Θησέως, παιδὸς ἐτι καὶ καλοῦ μειρακίσκου, καὶ, τὴν τύχην ἐλεήσασα, προτείνει μῖτον αὐτῷ ὅπερ, ἐξημμένος τῆς θύρας, τῇ τε σχολῇ τῆς εἰσόδου λυόμενος, καὶ συμπλανηθεὶς εἰσιόντι, χειραγωγήσει (¹) τούτῳ τὴν ἔξοδον αὐθίς. Ἐρωτικὸν δὲ τι καὶ βλέπει καὶ φθέγγεται, τῇ τοῦ Θησέως ἐπανόδῳ τὸν γάμον τηρήσασα, ἕνα λαχεῖν ἐξ ἀρετῆς περιμένουσα τοῦ Μινωταύρου τὸν φόνον. Ὡς δεινὸς τοῖς Ἀθηναίοις ὁ φόρος, παῖδες κατηφεῖς καὶ δακρύοντες, ἐς προὔπτον ὀλεθρον τῷ Μινωταύρῳ δοθέντες. ὃς Ἀριάδνη θεασαμένη καὶ τὸν Θησέα ἐξὐτοῖς συναριθμούμενον, ἔρα, δακρύει, καὶ πέπονθε (²) καὶ τῶν δεινῶν τὴν λύσιν σφρίζεται.