Ancient Greek
179.2
Choricius Rhet. et Soph., Opera 179.2
Unproofread scanNot analysed yet
Καὶ ταύτην μὲν, ἐπεὶ γε θέλει, πρὸς Ἰππόλυτον πέμψομεν · τὰς δὲ παρ’ αὐτὴν θεραπαινὰς σκοπήσωμεν (¹) · ὧν ἡ μὲν ἀγνοοῦσα τὴν κεκτημένην πρὸς δ τι δήπου καὶ κέχηνε (²), τῆς παρισταμένης ἥρεμα πυθάνεται, προσώπῳ συνάψασα πρόσωπον καὶ παρειᾷ παρειὰν ἐπιψαύουσα. Ψιθυρίζειν γὰρ ἔοικε, μὴ κακὸν τι λάβῃ τὰ τῆς δεσποίνης φιλοπευτοῦσα παθήματα. Ἡ δὲ, τῷ νῷ πάλαι συλλαβοῦσα τὸ πρᾶγμα, παρακινδυνεύει τι τῆς ἐρωτῶσης πρὸς εὐνοιαν ,καὶ ,λανθανοῦσῃ χειρὶ δειχνὺντα τείνασα δάκτυλον ,τῆς ἑτέρας τὸ βλέμμα καὶ εὐθὺ τῆς εἰκόνος ἀνέτεινεν. Ἡ δὲ γυμοὶς βδελύσει τὸν ἐνόντα κόσμον ἐμφαίνουσα, ὑποκειμένη πλησίον τῇ δεξιᾷ καθιδρύσασα (³), ἀχροὶς δακτύλοις πρὸς ἄκραν γένυν ἀνάγεται καὶ τὴν κεφαλὴν ἀνασπάσασα, παραδοκεῖ τὴν εἰκόνα, καὶ συνερβὶ τάχα τῇ δεσποίνῃ λανθάνουσα.