Ancient Greek
179.3
Choricius Rhet. et Soph., Opera 179.3
Unproofread scanNot analysed yet
Παρ’ αὐτὰς δὲ τις ἀδροτέρα κόμη καὶ, ποιητικῶς εἰπεῖν ,ξανθοκάρηνος τὸν Φαίδρας ἄγει κόσμον ἐν κοίτῃ (⁴) δήπου κείμενον · καὶ τῇ λαιᾷ ταύτῃν ἀνέχει, τῇ δὲ ἑτέρᾳ τὰ χρύσεια κατὰ μέρος ἀνάγειν ἐθέλουσα. Τοσοῦτον γὰρ ἡ κεκτημένη περιέχεται κόσμον, ὅσον τῇ κατ’ οἶκον ἀρμόσει διαίτῃ, ἀμφιδέτας τε καὶ περιβραχιόνια · δρμοὶ τε περὶ τῇ δέρῃ καὶ τοῖς ὠσὶν ἐλικτήρες, καὶ χρυσῇ ταινίᾳ τὴν κεφαλὴν περισφίγγουσα Ἰνδικῶν λίθων διαδοχὴ περιχλείεται. Οἱ δὲ πόδες ἐπὶ τινος ἀνέχονται δίφρου, γυμνῷ τῷ κάλλει προλάμποντες · καὶ ὁ ἐκ τοῦ χρυσοῦ περὶων κόσμος μικροῦ τὸ λευχὸν ἐπεσχίαζεν, ὃς ἤν τὸ φυσικὸν κάλλος κάλλους παντὸς ἐπιχθόνου φέρον τινὰ νικητήρια.