Ancient Greek
181.3 to 182.3
Choricius Rhet. et Soph., Opera 181.3-182.3
Unproofread scanNot analysed yet
Μέγας μὲν σίμαι καὶ σώφρων οἰκέτης εἰς μαρτυρίαν δεσπότου. Σὺ δὲ μοι σκόπει τὴν Δάφνην, ὡς ἀποστρέφει σὺν Ἱππολύτῳ τὸ πρόσωπον, καὶ τῶν ὁμοφύλων τὴν ἀκολασίαν αἰσχύνεται, τῆς μὲν τῶν γραμμάτων ἀκούσασα, τὴν δὲ θεασαμένη διάκονον ἀσελγείας. Πλὴν ἐπαινεῖ τὸν Ἱππόλυτον κοινωνοῦντα τούτῳ καὶ θέας καὶ σχήματος· ὁμοίως αὐτὴν ἀπέστραπται, καὶ παρωθεῖται τὴν ἀκοήν. Νεανικὴ δὲ τὸ εἶδος καὶ ὠθλὺς ὥσα τὴν φύσιν, παρήλθεν ἄνδρας φρονήματι. Γυμνὴν τε προφαίνει τὴν δεξιάν, ἐξ αὐτῆς τε μασχάλης 2 Ed. ,αἰσθῆτος. 5 Ἄν ὁρθά; Conf. ,p. 168, 48 :φέρουσι ν ὁρθὰ τὰ δόρατια. ΕΚΦΡΑΣΙΣ ΕΙΚΟΝΟΣ. πρὸς ὧμον ἀριστερὸν ἀναβέβληται· καὶ τῇ λαίῃ· τὴν ἐσθῆτα κατιοῦσαν συνέχουσα, ἀκροῖς ἰδοὺ δακτύλοις συνέσφιγγε τὸ προβολίον. Ἡ δὲ κάμη ἐλευθέρα καὶ ἀνειμένη ταῖς αὐραῖς περιπλανᾶται τοῖς ὀμοῖς, ὁμωνύμῳ στεμμάτων (1) τῶν ὀφθαλμῶν μὲν ἀνεσταλμένη, τὰ νῶτα δὲ περιφρέουσα. Ὁ δὲ Ἱππόλυτος ἱππότης οὗτος, καὶ ναὶ μὰ Δία πρέπων ὁρᾶσθαι. Χλαμὺς αὐτῷ πρὸς ὧμὸν δεξιὸν ἐναρμόττεται. Τὸν χαλινὸν τῇ λαίῃ λαβὼν, ἀτάκτου ῥύμης τὸν ἵππον, ὡς εἰκὸς, ἀνακρούεται.