Ancient Greek
182.4
Choricius Rhet. et Soph., Opera 182.4
Unproofread scanNot analysed yet
Ἄλλ᾽, εἰ δοκοῦν ὑμῖν ἐστίν, μὴ δὲ τὸ ὄρος παρέλαβεν, εἴτε τις ἐστίν Ὕμηττός (2) ἢ τὸ Αἰγιαλέων (3), ἢ ὅ τι χαίρει λεγόμενον· ἄρνες ἐνταῦθα καὶ ποίμναι, σκύλακες τε ποιμενικοὶ ὀλακὴ καὶ θυμῷ καταπλήττοντες τὴν γραῦν, οἴκετον διχόθεν φερόμενοι. Πρεσβύτης δέ τις Ἀττικὸς παρ᾽ αὐτούς· Νομέα τοῦτον οἶμαι τῆς ποίμνης· ἡμίγυμνός τε γάρ ἐστιν, ἐξωμίδα ἐνημμένος (4), κεκυφὼς τε τῷ γῆρα καὶ. . . τὲ συγκαθήμενος, καλαύροπά τε φέρων καὶ τῷ τοῦ χρώματος μέλανι τὴν ἐν ἡλίῳ διατριβὴν ἐνδεικνύμενος. . . μὲν πρὸς ἱκτηρίαν Ἱππόλυτος τὴν δεξιάν, ἐλέων τὸ γῆρας, ἐν ᾧπερ δὴ καὶ καθέστηκε, δεδιὼς δὲ μὴ καὶ φθάσῃ τάχα προτελευτήσαν τὸ γύναιον· κεφαλῇ δὲ καὶ βλέμματι πρὸς δὴ τὸ πάθος μετέστραπται. Ἀναδραμόντι δέ σοι πρὸς ἀκρωνυχίαν τοῦ ὄρους, ἡμιτελῆ τὰ θεάματα· δόξας οὔπω μὲν ὅλος, μέχρι· δὲ τέως (5) τοῦ μέσου πρὸς τὴν ὕλην καταδυόμενος· Κυνῶν γὰρ ὀλακῆς καὶ θορυβούντων ἀκούσας, τὴν ὁφ᾽ ἑαυτῷ μαντεύεται θήραν, καὶ τοῖς κόλποις τῆς ὕλης ὡς δὴ λιμένι προσἐδραμεν. Ἡ δὲ ἀμφιλαφὴς τέ ἐστι καὶ χεῖται τοῖς κλάδοις, καὶ τῇ σκιᾷ παραμυθεῖται τὸν τοῖς ἀκτίσι βαλλόμενον.