Ancient Greek
183.1
Choricius Rhet. et Soph., Opera 183.1
Unproofread scanNot analysed yet
μικρὸν ἀναφαίνονται, εἰς ὠμφαλὸν ἔτι καὶ λαγόνᾳ κρυπτόμενοι · καὶ ,ὅσον ἦσαν ὁδοῦ, τοσοῦτον λείπει πρὸς θέαν τοῦ σώματος. Πόσον οἶει τὴν ἐν ἀχρῷ ταύτῃ ἀσθμαίνειν ,πρὸς ἄναντες ἀνιοῦσαν καὶ φορτόν τοῖς ὠμοῖς ἐπάγουσαν τὸ παιδάριον ; ὅπερ δὴ, καταπεσεῖν δεδιὸς, χειρὶ μὲν ἑτέρα κεφαλῆς ἄκρας τῆς τεκούσης ἀντέχεται, τῇ δεξιᾷ δὲ κρόταλόν τι φέρει, χειρῶν κινήσει παταγοῦν ὅταν οἱ παῖδες ἀθύρωσι, καὶ τὴν ἐκ τοῦ σειέσθαι προσάγουσαν δεξάμενον.