Ancient Greek
183.2
Choricius Rhet. et Soph., Opera 183.2
Unproofread scanNot analysed yet
Ἄνηλον δέ, ὡς εἰκὸς τὰ περὶ τὸν Ἱππόλυτον θεασάμεναι (*)δράματα. Τοιγαροῦν δὲ παρὰ ταύταις ἄνηρ τὸ τῆς γυναικὸς πάθος τῇ δεξιᾷ παραδείκνυσιν. Αἱ δὲ δύο τεθῆπασί τε καὶ συναλγοῦσι τῇ θεᾷ· ἡ μὲν ἀχρῷ δακτύλῳ, ἡ δὲ ἀνεστραμμένη χειρὶ τοῖς τῶν δακτύλων νώτοις (*)τὴν ἑαυτῆς γένυν ἐρείσασα (*). Τούτων ἡ μὲν, γυμνῇ τῇ κεφαλῇ βλέπειν αἰδουμένη πρὸς ἀρρένας, ἀντὶ φάρος τινὸς τὴν χεῖρα κατ’ αὐτῆς ἐπιτίθησιν · ἡ δὲ χεῖρα τῆς δεξιᾶς μασχαλῆς τοῦ χιτῶνος ἀναρτήσασα παραγυμνῶι τὸ μέρος ,καὶ τὸν μασθὸν ἂν ὑπέδειξεν, εἰ μὴ τῇ ταινίᾳ συνέσφιχτο.