Ancient Greek
187.3
Choricius Rhet. et Soph., Opera 187.3
Unproofread scanNot analysed yet
Ἄλλὰ τίς τῶν παρόντων θαυμάτων ἡ πρόφασις; τίς δὲ ταύτας φιλοτιμεῖται τῇ πόλει τὰς χάριτας; ἀνὴρ οὗτος ἐπ’ ἄκρου τῆς γραφῆς ἐξεχων · καλὸς μὲν ἰδεῖν, καὶ τῇ στάσει καθάπερ ἄγαλμα ἐν μέσῳ νεῶν καθιστάμενον · ὧδε δὲ καὶ πείρα γνωσθῆ (1) ἐν ἱππικοῖς ἀγῶσι καὶ λουτρῶν ἀθλονία, σεμνότερος (2) τῇ τῶν ὑπάτων στολῇ τὴν φιλοτιμίαν βούων, γένει τε λαμπρός, καὶ πάντων κόμη καὶ ὤμων (3) προδεδηλημένος, ἐκ πατρὸς εὐσεβοῦς, καὶ τοῖς ἐν ἐνδείᾳ τὰς τύχας ἐπανορθούμενος, τῷ παιδὶ τοῦ Κόνωνος (4) τὴν αὐτὴν ἔχων προσηγορίαν καὶ τύχην καὶ λαμπρῶν ἔργων μάρτυρα τὸν ἐπὶ τῆς κεφαλῆς βασιλέα ποιούμενος.