Ancient Greek
187.5
Choricius Rhet. et Soph., Opera 187.5
Unproofread scanNot analysed yet
(2) Forsan σεμνότερως vel σεμνότερον. ΠΕΡΙ ΕΑΡΟΣ 1. Ἡ διαλεξις πρόφασιν λαβοῦσα τῶν ῥόδων ἐπὶ τοῦ ἔαρος διαλέγεται. Ἄλλ᾽ ἐπεὶ χειμῶν ἐκποδῶν καὶ νέφη, οὐδὲν δ᾽ ἔτι τὴν θέαν λυπεῖ καὶ τὸ ἔαρ ὑπέλαμψε, φέρε δὴ καὶ ἡμεῖς ὡςπερ τινὰ χειμῶνα λόγων τὴν σιωπὴν διαλύσωμεν. Δεινὸν γὰρ ἂν εἴη εἰ χελιδόνες μὲν τῆδε κἄκεισε τὸν ἀέρα περιφοιτῶσαι ἄδουσιν, οἶμαι, τὸ ἔαρ οἷον ἄδειν ἐθέλουσαι, παρ᾽ ἡμῖν δὲ γένοιτο ἀτιμώτεραι τῶν ὀρνέων 2 αἱ Μοῦσαι, ἐπεὶ καὶ οἱ κύκνοι νῦν ἐκ τῆς ὥρας εἰς μνήμην ἔρχονται τῆς ᾠδῆς, καὶ ἐπὶ Ξάνθον, οἶμαι, ποταμὸν ἢ Καύστρου 3 τὰς ὄχθας, ἢ καὶ ἀνὰ πεδία περὶ Πάκτωλον 4 ἐκεῖνον τὸν Λύδιον ποταμόν, ἀνίπτανταί τε καὶ, τῷ ζεφύρῳ τὸ πτερόν ἐπιτρέψαντες, ὑμνοῦσί τε τὸν Ἀπόλλω 5 καὶ τῆς μουσικῆς