Ancient Greek
216.4
Choricius Rhet. et Soph., Opera 216.4
Unproofread scanNot analysed yet
Τὰ χρήματα οἱ ὀφείλοντες, εἰ, τῆς κυρίας ἡκούσης, τὸ χρέος ἄπαν μὴ καταβάλοιεν, οὔτε που οἴονται χρήναι μηκέτι ἀποδιδόναι· οὐ λύειν γὰρ οἴδεν, ἀλλ’ αὔξειν ὁ χρόνος τὸ ὀφλημα. Εἰκότως ἄρα ὑμῖν καὶ τόκον τοῦ χρέους ἤκω διαλεξιν φέρων. Δίκαια ταῦτα δοκεῖ εἶναι Πλάτωνι τε τῷ Ἀθηναίῳ καὶ Σιμωνίδῃ τῷ Κείῳ. Ὁ γὰρ Ἀθηναῖος τὸν Κείον, ἐρωμένου τινὸς τί ποτε ἄρα τὸ δίκαιον, ἀποκρίνασθαι ἔφη, τὸ τὰ ὀφειλόμενα ἀποδιδόναι (2). Μέμφεται δὲ καὶ Σωκράτης τὸν Καλλικλέα μεταξὺ που ἐθέλοντα καταλείψαι τὸν λόγον, ὅπερ οὐδὲ τοὺς μύθους φησὶ θεμιτὸν εἶναι παθεῖν (3).