Ancient Greek
216.5
Choricius Rhet. et Soph., Opera 216.5
Unproofread scanNot analysed yet
Ταῦτα ἐννοήσας ἐγώ, πρὸς τήνδε αὐθίς ὑμᾶς ἀγείρω τὴν εὐοχίαν. Τὰ δὲ μοι ἅμα ἐστὶν οὐδὲν ποικίλον ἢ γέμων πολυτελείας, ἀλλ’ ἁπλῆ τε καὶ βραχέα καὶ ἕωλα, εὖνοοῦσι δὲ ὅμως ἡδίῳ πολλῶν καὶ ἀδροτέρων σιτίων (4). Ἡ οὖν ὁρᾶτε τὸ Καμβύσου μετράκιον, τὰ παιδικὰ Ξενοφῶντος, τὸν Κύρον; ἐκεῖνος ἐπειδὴ οἱ ὁ παππὸς ἐς Μήδους ἀφικόμενος δαῖτα ἐχορήγει βασιλικὴν (τότε γὰρ οὐ μετρίως ἐτρυφᾶ τὸ Μηδικόν), ὁ δὲ οὐδὲν ἀπειρόχαλον ἐπεπόνθει, οὐδὲ οἷον πᾶσχειν φιλεῖ παιδὸς ἡλικία, ἀλλὰ ἀδρότητα (5) Μηδικὴν περὶ ἐλάσσονος ἕθετο Περσικῆς εὐτελείας, ἐμφύτῳ περὶ τὰ οἴκοι κατεχόμενος ἔρωτι (6). . . . . .