Ancient Greek
227.3
Choricius Rhet. et Soph., Opera 227.3
Unproofread scanNot analysed yet
(³) Ed. ,οὐδ’. P, οὐδέ. οὐτω πολλὴ μὲν αὐτῷ ἐπιχωρίος δύναμις εἴπετο, πολλὴ δὲ μισθοφόρων ἀνθρώπων. Παρασκευῆς μὲν οὕτως εἶχε τὰ τῶν πολεμίων · σχῆμα δὲ τυράννῳ προσῆν οὔτε πολεμικὸν ἐναργῶς, οὔτε σαφῶς ἐπαφρόδιτον, ἀλλὰ πολε-μικῷ μὲν ἡμερώτερον, ἔρωτικῷ δὲ φοβερώτερον, οὕτω κοινὴν τινὰ κράσιν ῥώμης μετέῃλθε καὶ κάλλους · ἔρως γὰρ καὶ θυμὸς αὐτὸν ὀπλί-σαντες ἤγαγον. Τοιούτους ἔχων ὁ τύραννος στρατηγοὺς τῇ πόλει προσέ-βαλε. Καὶ ἐντεῦθεν ἀχριδῶς πολιορκία εἰστήκει κατ’ ὀλίγον ἡμῖν τὸν κίνδυνον αὔξουσα.