Ancient Greek
228.3
Choricius Rhet. et Soph., Opera 228.3
Unproofread scanNot analysed yet
Ταῦτα ὁρῶν ἠνιῶμην διπλῇ, τοσούτων περιθεόντων φόβων τὴν πόλιν καὶ πάντων τὴν πρόφασιν ἐκ τῆς ἐμῆς εἰληφότων οἰκίας. Ἐπυνθανόμην οὖν ὅ τι δέοι ποιεῖν ἐμαυτῷ καὶ πολλὴ συνεχόμην εἰκῶς ἐμψυχανία, πατρίδι καὶ θυγατρὶ δικάζειν λαχών. Ὅτε μὲν γὰρ εἴσῃ μοι τὴν γνώμην ἡ παῖς μετὰ τῶν ἐλπίδων αἱς ἐτρεφον (1) καὶ διετύπουν τῇ φαντασίᾳ (2) παστάδα, πολίτην νυμφίον, ὑμέναιον, τὴν θυγάτερα κύου-σαν, ὠδίνουσαν, τίκτουσαν, παῖδα μητρώφ τιθῷ τρεφόμενον, ψελλιζό-μενον τῇ φωνῇ τοῖς ἀλλοτρίοις μὲν ἄσημα, γνώριμα δὲ τοῖς οἰκείοις, πᾶππον ἤδη μάθοντα καλεῖν · ὅτε μὲν ἐπὶ τοσαύτας ἐλπίδας ἐξέτεινον τὴν διάνοιαν, ἤλουν τὴν παῖδα · ἡνίκα δὲ πάλιν εἰς ἔννοιαν τὴν πό-λιν ἐλάμβανον, τὴν μητέρα, τὴν τρέφουσαν, τὴν δι’ ἐμὲ κινδυνεύουσαν, ἐπὶ τὸ ξίφος ἑώρων. Πέρας δ’ οὖν ἔκεινο σκοπῆσας, ὡς ἀλοῦσα μὲν ἡ πα-τρίς τὴν ἐπὶ τὴν κόρην ἀκολασίαν ἀνοίγει τῷ πολεμῷ, ἡ παῖς δὲ, τῆς ἐμῆς ἔργον γενομένη χειρὸς, αὐτὴ τε τυραννικῆς ἀπεισιῶν ἀσελγείας ἀπηλ-λαγμένη καὶ τῇ πόλει βεβαίαν ἐλευθερίαν ἀνύσει, μᾶλλον εἰλόμην τὴν ὑπὲρ ἀμφοτέρων βουλήν ἢ τὴν ἑκάτερα λυμαινομένην. Ἐξῆγον οὖν οἴ-κοθεν τὸ θυγάτριον, ἔχων ἐπειγόμενά μοι τὰ δάκρυα. Εἴπετο δὲ μέχρι τῆς αὐλείου θύρας ἡ μήτηρ ὀδυρομένη, ὀνόματι καλοῦσα τὴν κόρην. Ἐπορεύετο δὲ ἡ παρθένος ἡσυχῇ καὶ νεύουσα κάτω (3). Ἐγὼ αὐτὴν