Ancient Greek
229.1
Choricius Rhet. et Soph., Opera 229.1
Unproofread scanNot analysed yet
παρασκευάζον θάττον ἢ βάδην (¹) κινεῖσθαι μὴ, θρηνούσης ἀκούουσα τῆς μητρός, χαλεπῶς ἐνέγκη τὴν τελευτήν· καὶ πρὸς τὴν γυναῖκα μεταστραφεὶς καὶ κινήσει χειρὸς καὶ νεύματι, λαθὼν τὴν κόρην, ἐνδον ἐστή-μαινον ἀναστρέφειν (²). Ἦγετο (³) τοῖνυν ἡ παῖς εὖ μᾶλα συγκαλυψαμένη, καὶ οὐ πᾶν τι πλέον δυσχεραίνουσα τὴν σφαγὴν ἢ μεθ' ἡμέραν εἰς ἀγορὰν ἐμβαλλεῖν (⁴). Ἐπεὶ δὲ τοῦ τείχους ἄνω περὶ τὰς ἐπαλξεις γεγόναιμεν, ἐκλεξάμενος τι χωρίον εὐσύνοπτον τοῖς πολεμίοις, ὅθεν ἐκεῖ-νοις (⁵) ἐνὴν ὁρᾶν εὐκόλως τὰ δρώμενα (ἐτύγχανον γὰρ παρὰ τὰ τείχη σκηνώσαντες), ἐνταῦθα τῆς θυγατρὸς ἀποκαλύψας τὸ πρόσωπον, καὶ πείσας τῇ θέᾳ τὸν τύραννον μηδαμῶς ἑτέραν ὑπονοεῖν, φιλοστοργίαν μὲν πατρικὴν καὶ γυναικὰ θρηνούσαν ἐκβάλλω μὲν τῆς διανοίας, μόνον δὲ τῇ πατρίδι τὸν λογισμὸν παραδούς, καὶ τὴν κόρην οὐχ ὡς ἰδίαν ἐτι γονὴν ἐννοῶν, ἀλλ' ὡς τυράννου γυναῖκα γεννησομένην εἰ διαρῦγοι τὸν φόνον, ἐπιφέρων πληγὴν, ἑτέρας ἐδεόμην (⁶), ἵνα μὴ μεταμέλος γένηται τις ἐμοί, καὶ τελευτὴν ὀξεῖαν ἡ παῖς κερδάνη.