Ancient Greek
239.1
Choricius Rhet. et Soph., Opera 239.1
Unproofread scanNot analysed yet
τους (1) ἐργάζωνται. Ἔδει μὲν οὖν οὕτω ταῦτα γενέσθαι· ἀλλὰ, τῶν δεινῶν οὕτω παρόντων, λογισμὸς ἐξῆπτάτα με πατρικὸς · «Τίς ἐξάγει «τῶν βασιλέων τὸν τύραννον; τίς ἀβροδίαιτον ἄνδρα κινεῖ διατεθρυμ- «μένον σῶμά τε καὶ ψυχήν; ἐβασάνισε τῇ πρεσβείᾳ τοῦ δήμου (2) τὴν «γνώμην, καὶ μαθεῖν ἀναμένει πῶς ἔχει πρὸς ἀπειλὰς, κἂν ἴδῃ μὴ «ταραττόμενον ἡρεμεῖ· ἢ γὰρ ἀλαζονεία, τούτοις ἀποθεν (3) ἀχροδο- «λισμοῖς κεχρημένη, τοῖς μὲν εὐλαβουμένοις καὶ ἀνανδρὸν τι φρονοῦ- «σιν ἐπιστρατεύεται, πρὸς δὲ τοὺς εἰδότας κόμπου καταφρονεῖν, ὅπλα «κινεῖν οὐ τολμᾷ ». Τοιαύταις ἑμαυτὸν ἐλπίσιν ἐξέδωκα, καὶ μοι πιθαναὶ πως ἐδόκουν· οὐ γὰρ ἐβουλόμην προφάσεως εὑπορεῖν ἐπὶ φόνον ἀγούσης τοιούτον.